Οι 24 οίκοι του Ακαθίστου Ύμνου
Ἄγγελος πρωτοστάτης οὐρανόθεν ἐπέμφθη εἰπεῖν τῇ Θεοτόκω τὸ Χαῖρε• καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ σωματούμενόν σε θεωρῶν, Κύριε, ἐξίστατο καὶ ἵστατο κραυγάζων πρὸς Αὐτὴν τοιαῦτα Χαῖρε, νύμφη ἀνύμφευτε
Ο αρχάγγελος Γαβριήλ έρχεται και φέρνει το θεϊκό μήνυμα, το «χαῖρε», στη Θεοτόκο
Βλέπουσα ἡ Ἁγία ἑαυτήν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως• τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται• ἀσπόρου γὰρ συλλήψεως, τὴν κύησιν πὼς λέγεις κράζων Ἀλληλούια
Η Θεοτόκος απορεί για τον παράδοξο τρόπο της συλλήψεως
Γνῶσιν ἄγνωστον γνῶναι ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα• ἐκ λαγόνων ἁγνῶν υἷον πῶς ἔσται τεχθῆναι δυνατόν; λέξον μοι. Πρὸς ἥν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων οὕτω Χαῖρε, νύμφη ἀνύμφευτε
Ο Γαβριήλ της εξηγεί την απόρρητη βουλή του Θεού
Δύναμις τοῦ Ὑψίστου ἐπεσκίασε τότε πρὸς σύλληψιν τῇ Ἀπειρογάμω• καὶ τὴν εὔκαρπον ταύτης νηδύν ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι τοῖς θέλουσι θερίζειν σωτηρίαν ἐν τῷ ψάλλειν οὕτως Ἀλληλούια
Η δύναμη του Θεού επισκιάζει την Παρθένο και συλλαμβάνει τον Υιό του Θεού
Ἔχουσα θεοδόχον ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ. Τὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνόν τὸν ταύτης ἀσπασμὸν ἔχαιρε καὶ ἅλμασιν ὡς ἄσμασιν ἐβόα πρὸς τὴν Θεοτόκον Χαῖρε, νύμφη ἀνύμφευτε
Η Θεοτόκος επισκέπτεται τη συγγενή της Ελισάβετ, η οποία κυοφορεί τον Πρόδρομο, και ανταλλάσσουν προφητικούς λόγους Ιωάννης ο Βαπτιστής (ως έμβρυο)
Ζάλην ἔνδοθεν ἔχων λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη• πρὸς τὴν ἄγαμόν σὲ θεωρῶν καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε• μαθὼν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος Ἁγίου, ἔφη Ἀλληλούια
Ο Ιωσήφ, μνηστήρας της Παρθένου, αμφιβάλλει, αλλά ενημερώνεται από τον άγγελο για το μυστήριο της συλλήψεως
Ἤκουσαν oἱ ποιμένες τῶν Ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν• καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον ἐν γαστρὶ τῆς Μαρίας βοσκηθέντα, ἥν ὑμνοῦντες εἶπον Χαῖρε, νύμφη ἀνύμφευτε
Ο Χριστός γεννιέται και οι ποιμένες έρχονται και Τον προσκυνούν οι ποιμένες
Θεοδρόμον ἀστέρα θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ• καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι' αὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν αὐτῷ βοῶντες Ἀλληλούια
Το αστέρι δείχνει τον δρόμο στους μάγους της Ανατολής
Ἴδον παῖδες Χαλδαίων ἐν χερσὶ τῆς Παρθένου τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους• καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου μορφὴν ἔλαβεν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ Εὐλογημένῃ Χαῖρε, νύμφη ἀνύμφευτε
Η προσκύνηση των μάγων οι Μάγοι
Κήρυκες θεοφόροι γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα ἐκτελέσαντές σου τὸν χρησμόν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη μὴ εἰδότα ψάλλειν Ἀλληλούια
Οι μάγοι (θεοφόροι κήρυκες) επιστρέφουν από άλλο δρόμο στη Βαβυλώνα
Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας ἐδίωξας τοῦ ψεύδους τὸ σκότος• τὰ γὰρ εἴδωλα ταύτης Σωτήρ μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν, οἱ τούτων δὲ ρυσθέντες ἐβόων πρὸς τὴν Θεοτόκον Χαῖρε, νύμφη ἀνύμφευτε
Η φυγή στην Αίγυπτο οι πιστοί που ερύσθησαν από τα είδωλα
Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ ἀλλ' ἐγνώσθης τούτω καὶ Θεὸς τέλειος• διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν κράζων Ἀλληλούια
Ο Συμεών δέχεται στην αγκάλη του ως βρέφος τον Χριστό
Δογματικό-Θεολογικό μέρος
Νέαν ἔδειξε κτίσιν ἐμφανίσας ὁ Κτίστης ἡμῖν τοῖς ὑπ' αὐτοῦ γενομένοις• ἐξ ἀσπόρου βλαστήσας γαστρός καὶ φυλάξας ταύτην ὥσπερ ἦν ἄφθορον, ἵνα τὸ θαῦμα βλέποντες ὑμνήσωμεν αὐτὴν βοῶντες Χαῖρε, νύμφη ἀνύμφευτε
Ο Λόγος του Θεού με την σάρκωσή Του δημιουργεί νέα κτίση, η οποία τον δοξολογεί οι πιστοί
Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες• διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος• βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τοὺς αὐτῷ βοώντας Ἀλληλούια
Ο παράξενος -«ὁ ξένος» - τόκος προτρέπει τους ανθρώπους να αποξενωθούν από τον κόσμο και να υψώσουν το νου τους στον ουρανό
Ὅλως ἦν ἐν τοῖς κάτω καὶ τῶν ἄνω οὐδόλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος• συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις τοπικὴ γέγονε, καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα Χαῖρε, νύμφη ἀνύμφευτε
Όλος ήταν στην γη ο δοξολογούμενος Λόγος, αλλά και από τον ουρανό δεν απουσίαζε
Πᾶσα φύσις Ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον• τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον, ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως Ἀλληλούια
Οι άγγελοι θαύμασαν το έργο της ενανθρώπησης του Θεού και την κοινωνία του με τους ανθρώπους
Ρήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοὶ Θεοτόκε• ἀποροῦσι γὰρ λέγειν τὸ πῶς καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας• ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες πιστῶς βοῶμεν Χαῖρε, νύμφη ἀνύμφευτε
Οι σοφοί του κόσμου μένουν άφωνοι, μη μπορώντας νά εξηγήσουν το μυστήριο της γεννήσεως
Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε• καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι' ἡμᾶς ἐφάνη καθ' ἡμᾶς ἄνθρωπος• ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας ὡς Θεὸς ἀκούει Ἀλληλούια
Ο Ποιμένας-Θεός γίνεται πρόβατο–άνθρωπος για να σώσει τον κόσμο
Τεῖχος εἶ τῶν παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων. Ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς κατεσκεύασέ σε ποιητής, Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρα σου καὶ πάντας σοι προσφωνεῖν διδάξας Χαῖρε, νύμφη ἀνύμφευτε
Η Παρθένος γίνεται τείχος που προστατεύει όλους τους πιστούς
Ὕμνος ἅπας ἡττᾶται συνεκτείνεσθαι σπεύδων τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου• ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ὠδάς ἂν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε, οὐδὲν τελοῦμεν ἄξιον ὧν δέδωκας ἡμῖν τοῖς σοὶ βοῶσιν Ἀλληλούια
Κανένας ύμνος δεν επαρκεί για να υμνηθεί ο Σαρκωθείς Βασιλέας
Φωτοδόχον λαμπάδα τοῖς ἐν σκότει φανεῖσαν ὁρῶμεν τὴν ἁγίαν Παρθένον• τὸ γὰρ ἄυλον ἅπτουσα φῶς ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας αὐγῇ τὸν νοῦν φωτίζουσα κραυγῇ δὲ τιμωμένη ταῦτα Χαῖρε, νύμφη ἀνύμφευτε
Η Θεοτόκος είναι η λαμπάδα, που καθοδηγεί τους πιστούς στη Θεογνωσία
Χάριν δοῦναι θελήσας ὀφλημάτων ἀρχαίων ὁ πάντων χρεωλύτης ἀνθρώπων ἐπεδήμησε δι’ἑαυτοῦ πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ Χάριτος• καὶ σχίσας τὸ χειρόγραφον ἀκούει παρὰ πάντων οὕτως Ἀλληλούια
Ο Χριστός ήρθε στο κόσμο για να του δώσει χάρη
Ψάλλοντές σου τὸν τόκον ἀνυμνοῦμέν σε πάντες ὡς ἔμψυχον ναόν, Θεοτόκε. Ἐν τῇ σῇ γὰρ οὶκήσας γαστρί ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοὶ πάντας Χαῖρε, νύμφη ἀνύμφευτε
Η Θεοτόκος είναι έμψυχος ναός στον οποίο δοξάζεται ο Χριστός
Ὦ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων ἁγίων ἁγιώτατον Λόγον• δεξαμένη γὰρ τὴν νῦν προσφοράν, ἀπὸ πάσης ρῦσαι συμφορᾶς ἅπαντας καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας Ἀλληλούια
Ύμνος και ικεσία προς την Παρθένο
Πηγή : Βικιπαίδεια
Εργασίες.
1.Ακούστε τον ύμνο Τη Υπερμάχω από το βίντεο που υπάρχει στη δεξιά μπάρα και απαντήστε α)σε ποιόν αναφέρεται β)γιατί γράφτηκε και γ) τα κοσμητικά επίθετα που σας άρεσαν .
2.Διαβάστε τον Ακάθιστο Ύμνο και α)γράψτε σε τι αναφέρεται, β)γράψτε τα κοσμητικά επίθετα που θα βρείτε .
ΣΗΜΕΙΩΣΗ : Πολλές πληροφορίες θα βρείτε στην Εγκυκλοπαίδεια Βικιπαίδεια που βρίσκεται στη δεξιά μπάρα και στην ενότητα Ενδιαφέρουσες Σελίδες .

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου